15.1 δʹ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
15.2 ᾤχετʹ , Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
15.3 νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι .
15.4 εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
15.5 εὕδοντʹ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο ,
15.6 τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ ·
15.7 Τηλέμαχον δʹ οὐχ ὕπνος ἔχε γλυκύς , ἀλλʹ ἐνὶ θυμῷ
15.8 νύκτα διʹ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν .
15.9 ἀγχοῦ δʹ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη ·
15.10 Τηλέμαχʹ , οὐκέτι καλὰ δόμων ἄπο τῆλʹ ἀλάλησαι ,
15.11 κτήματά τε προλιπὼν ἄνδρας τʹ ἐν σοῖσι δόμοισιν
15.12 οὕτω ὑπερφιάλους · μή τοι κατὰ πάντα φάγωσι
15.13 κτήματα δασσάμενοι , σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς .
15.14 ἀλλʹ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
15.15 πεμπέμεν , ὄφρʹ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς .
15.16 ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
15.17 Εὐρυμάχῳ γήμασθαι · γὰρ περιβάλλει ἅπαντας
15.18 μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα ·
15.19 μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται .
15.20 οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός ·
15.21 κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ ,
15.22 παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
15.23 οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ .
15.24 ἀλλὰ σύ γʹ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
15.25 δμῳάων τίς τοι ἀρίστη φαίνεται εἶναι ,
15.26 εἰς κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν .
15.27 ἄλλο δέ τοί τι ἔπος ἐρέω , σὺ δὲ σύνθεο θυμῷ .
15.28 μνηστήρων σʹ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
15.29 ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης .
15.30 ἱέμενοι κτεῖναι , πρὶν πατρίδα γαῖαν ἱκέσθαι .
15.31 ἀλλὰ τά γʹ οὐκ ὀΐω · πρὶν καί τινα γαῖα καθέξει
15.32 ἀνδρῶν μνηστήρων , οἵ τοι βίοτον κατέδουσιν .