14.494 καὶ ἐπʹ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον ·
14.495 κλῦτε , φίλοι · θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος .
14.496 λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν · ἀλλά τις εἴη
14.497 εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι , ποιμένι λαῶν ,
14.498 εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι .
14.499 ὣς ἔφατʹ , ὦρτο δʹ ἔπειτα Θόας , Ἀνδραίμονος υἱός ,
14.500 καρπαλίμως , ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν ,
14.501 βῆ δὲ θέειν ἐπὶ νῆας · ἐγὼ δʹ ἐνὶ εἵματι κείνου
14.502 κείμην ἀσπασίως , φάε δὲ χρυσόθρονος Ἠώς .
14.503 ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη ·
14.504 δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν ,
14.505 ἀμφότερον , φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος ·
14.506 νῦν δέ μʹ ἀτιμάζουσι κακὰ χροῒ εἵματʹ ἔχοντα .
14.507 τὸν δʹ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
14.508 γέρον , αἶνος μέν τοι ἀμύμων , ὃν κατέλεξας ,
14.509 οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες ·
14.510 τῷ οὔτʹ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου ,
14.511 ὧν ἐπέοιχʹ ἱκέτην ταλαπείριον ἀντιάσαντα ,
14.512 νῦν · ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις .
14.513 οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
14.514 ἐνθάδε ἕννυσθαι , μία δʹ οἴη φωτὶ ἑκάστῳ .
14.515 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός ,
14.516 αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει ,
14.517 πέμψει δʹ ὅππῃ σε κραδίη θυμός τε κελεύει .
14.518 ὣς εἰπὼν ἀνόρουσε , τίθει δʹ ἄρα οἱ πυρὸς ἐγγὺς
14.519 εὐνήν , ἐν δʹ ὀΐων τε καὶ αἰγῶν δέρματʹ ἔβαλλεν .
14.520 ἔνθʹ Ὀδυσεὺς κατέλεκτʹ · ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
14.521 πυκνὴν καὶ μεγάλην , οἱ παρεκέσκετʹ ἀμοιβάς ,