14.466 καί τι ἔπος προέηκεν περ τʹ ἄρρητον ἄμεινον .
14.467 ἀλλʹ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον , οὐκ ἐπικεύσω .
14.468 εἴθʹ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη ,
14.469 ὡς ὅθʹ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες .
14.470 ἡγείσθην δʹ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος ,
14.471 τοῖσι δʹ ἅμα τρίτος ἄρχον ἐγών · αὐτοὶ γὰρ ἄνωγον .
14.472 ἀλλʹ ὅτε δή ῥʹ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος ,
14.473 ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά ,
14.474 ἂν δόνακας καὶ ἕλος , ὑπὸ τεύχεσι πεπτηῶτες
14.475 κείμεθα . νὺξ δʹ ἄρʹ ἐπῆλθε κακὴ Βορέαο πεσόντος ,
14.476 πηγυλίς · αὐτὰρ ὕπερθε χιὼν γένετʹ ἠΰτε πάχνη ,
14.477 ψυχρή , καὶ σακέεσσι περιτρέφετο κρύσταλλος .
14.478 ἔνθʹ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας ,
14.479 εὗδον δʹ εὔκηλοι , σάκεσιν εἰλυμένοι ὤμους ·
14.480 αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
14.481 ἀφραδίῃς , ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης ,
14.482 ἀλλʹ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν .
14.483 ἀλλʹ ὅτε δὴ τρίχα νυκτὸς ἔην , μετὰ δʹ ἄστρα βεβήκει ,
14.484 καὶ τότʹ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
14.485 ἀγκῶνι νύξας · δʹ ἄρʹ ἐμμαπέως ὑπάκουσε ·
14.486 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
14.487 οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι , ἀλλά με χεῖμα
14.488 δάμναται · οὐ γὰρ ἔχω χλαῖναν · παρά μʹ ἤπαφε δαίμων
14.489 οἰοχίτωνʹ ἔμεναι · νῦν δʹ οὐκέτι φυκτὰ πέλονται .
14.490 ὣς ἐφάμην , δʹ ἔπειτα νόον σχέθε τόνδʹ ἐνὶ θυμῷ ,
14.491 οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι ·
14.492 φθεγξάμενος δʹ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε ·
14.493 σίγα νῦν , μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ .