14.172 ἔλθοι ὅπως μιν ἐγώ γʹ ἐθέλω καὶ Πηνελόπεια
14.173 Λαέρτης θʹ γέρων καὶ Τηλέμαχος θεοειδής .
14.174 νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι , ὃν τέκʹ Ὀδυσσεύς ,
14.175 Τηλεμάχου · τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον ,
14.176 καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
14.177 πατρὸς ἑοῖο φίλοιο , δέμας καὶ εἶδος ἀγητόν ,
14.178 τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
14.179 ἠέ τις ἀνθρώπων · δʹ ἔβη μετὰ πατρὸς ἀκουὴν
14.180 ἐς Πύλον ἠγαθέην · τὸν δὲ μνηστῆρες ἀγαυοὶ
14.181 οἴκαδʹ ἰόντα λοχῶσιν , ὅπως ἀπὸ φῦλον ὄληται
14.182 νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο .
14.183 ἀλλʹ τοι κεῖνον μὲν ἐάσομεν , κεν ἁλώῃ
14.184 κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων .
14.185 ἀλλʹ ἄγε μοι σύ , γεραιέ , τὰ σʹ αὐτοῦ κήδεʹ ἐνίσπες
14.186 καί μοι τοῦτʹ ἀγόρευσον ἐτήτυμον , ὄφρʹ ἐῢ εἰδῶ ·
14.187 τίς πόθεν εἶς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες ;
14.188 ὁπποίης τʹ ἐπὶ νηὸς ἀφίκεο · πῶς δέ σε ναῦται
14.189 ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο ;
14.190 οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʹ ἱκέσθαι .
14.191 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
14.192 τοιγὰρ ἐγώ τοι ταῦτα μάλʹ ἀτρεκέως ἀγορεύσω .
14.193 εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
14.194 ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι ,
14.195 δαίνυσθαι ἀκέοντʹ , ἄλλοι δʹ ἐπὶ ἔργον ἕποιεν ·
14.196 ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
14.197 οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ ,
14.198 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα .
14.199 ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων ,
14.200 ἀνέρος ἀφνειοῖο πάϊς · πολλοὶ δὲ καὶ ἄλλοι