13.411 ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι ,
13.412 ὄφρʹ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
13.413 Τηλέμαχον καλέουσα , τεὸν φίλον υἱόν , Ὀδυσσεῦ ·
13.414 ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
13.415 ᾤχετο πευσόμενος μετὰ σὸν κλέος , εἴ που ἔτʹ εἴης .
13.416 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
13.417 τίπτε τʹ ἄρʹ οὔ οἱ ἔειπες , ἐνὶ φρεσὶ πάντα ἰδυῖα ;
13.418 ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
13.419 πόντον ἐπʹ ἀτρύγετον · βίοτον δέ οἱ ἄλλοι ἔδουσι ;
13.420 τὸν δʹ ἠμείβετʹ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
13.421 μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω .
13.422 αὐτή μιν πόμπευον , ἵνα κλέος ἐσθλὸν ἄροιτο
13.423 κεῖσʹ ἐλθών · ἀτὰρ οὔ τινʹ ἔχει πόνον , ἀλλὰ ἕκηλος
13.424 ἧσται ἐν Ἀτρεΐδαο δόμοις , παρὰ δʹ ἄσπετα κεῖται .
13.425 μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ ,
13.426 ἱέμενοι κτεῖναι , πρὶν πατρίδα γαῖαν ἱκέσθαι ·
13.427 ἀλλὰ τά γʹ οὐκ ὀΐω , πρὶν καί τινα γαῖα καθέξει
13.428 ἀνδρῶν μνηστήρων , οἵ τοι βίοτον κατέδουσιν .
13.429 ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʹ Ἀθήνη .
13.430 κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι ,
13.431 ξανθὰς δʹ ἐκ κεφαλῆς ὄλεσε τρίχας , ἀμφὶ δὲ δέρμα
13.432 πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος ,
13.433 κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʹ ἐόντε ·
13.434 ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα ,
13.435 ῥωγαλέα ῥυπόωντα , κακῷ μεμορυγμένα καπνῷ ·
13.436 ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʹ ἐλάφοιο ,
13.437 ψιλόν · δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην ,
13.438 πυκνὰ ῥωγαλέην · ἐν δὲ στρόφος ἦεν ἀορτήρ .