13.382 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
13.383 πόποι , μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
13.384 φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον ,
13.385 εἰ μή μοι σὺ ἕκαστα , θεά , κατὰ μοῖραν ἔειπες .
13.386 ἀλλʹ ἄγε μῆτιν ὕφηνον , ὅπως ἀποτίσομαι αὐτούς ·
13.387 πὰρ δέ μοι αὐτὴ στῆθι , μένος πολυθαρσὲς ἐνεῖσα ,
13.388 οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα .
13.389 αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης , γλαυκῶπι ,
13.390 καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
13.391 σὺν σοί , πότνα θεά , ὅτε μοι πρόφρασσʹ ἐπαρήγοις .
13.392 τὸν δʹ ἠμείβετʹ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
13.393 καὶ λίην τοι ἐγώ γε παρέσσομαι , οὐδέ με λήσεις ,
13.394 ὁππότε κεν δὴ ταῦτα πενώμεθα · καί τινʹ ὀΐω
13.395 αἵματί τʹ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
13.396 ἀνδρῶν μνηστήρων , οἵ τοι βίοτον κατέδουσιν .
13.397 ἀλλʹ ἄγε σʹ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι ·
13.398 κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι ,
13.399 ξανθὰς δʹ ἐκ κεφαλῆς ὀλέσω τρίχας , ἀμφὶ δὲ λαῖφος
13.400 ἕσσω κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα ,
13.401 κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʹ ἐόντε ,
13.402 ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
13.403 σῇ τʹ ἀλόχῳ καὶ παιδί , τὸν ἐν μεγάροισιν ἔλειπες .
13.404 αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι ,
13.405 ὅς τοι ὑῶν ἐπίουρος , ὁμῶς δέ τοι ἤπια οἶδε ,
13.406 παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν .
13.407 δήεις τόν γε σύεσσι παρήμενον · αἱ δὲ νέμονται
13.408 πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ ,
13.409 ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
13.410 πίνουσαι , τά θʹ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν .