13.322 πρίν γʹ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
13.323 θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή .
13.324 νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι οὐ γὰρ ὀΐω
13.325 ἥκειν εἰς Ἰθάκην εὐδείελον , ἀλλά τινʹ ἄλλην
13.326 γαῖαν ἀναστρέφομαι · σὲ δὲ κερτομέουσαν ὀΐω
13.327 ταῦτʹ ἀγορευέμεναι , ἵνʹ ἐμὰς φρένας ἠπεροπεύσῃς
13.328 εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʹ ἱκάνω .
13.329 τὸν δʹ ἠμείβετʹ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
13.330 αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα ·
13.331 τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα ,
13.332 οὕνεκʹ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων .
13.333 ἀσπασίως γάρ κʹ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
13.334 ἵετʹ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʹ ἄλοχόν τε ·
13.335 σοὶ δʹ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι ,
13.336 πρίν γʹ ἔτι σῆς ἀλόχου πειρήσεαι , τέ τοι αὔτως
13.337 ἧσται ἐνὶ μεγάροισιν , ὀϊζυραὶ δέ οἱ αἰεὶ
13.338 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ .
13.339 αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʹ ἀπίστεον , ἀλλʹ ἐνὶ θυμῷ
13.340 ᾔδεʹ , νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους ·
13.341 ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
13.342 πατροκασιγνήτῳ , ὅς τοι κότον ἔνθετο θυμῷ ,
13.343 χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας .
13.344 ἀλλʹ ἄγε τοι δείξω Ἰθάκης ἕδος , ὄφρα πεποίθῃς .
13.345 Φόρκυνος μὲν ὅδʹ ἐστὶ λιμήν , ἁλίοιο γέροντος ,
13.346 ἥδε δʹ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη ·
13.347 ἀγχόθι δʹ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές ,
13.348 ἱρὸν νυμφάων , αἳ νηϊάδες καλέονται ·
13.349 τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές , ἔνθα σὺ πολλὰς
13.350 ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας ·
13.351 τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ .