13.294 οὐδʹ ἐν σῇ περ ἐὼν γαίῃ , λήξειν ἀπατάων
13.295 μύθων τε κλοπίων , οἵ τοι πεδόθεν φίλοι εἰσίν .
13.296 ἀλλʹ ἄγε , μηκέτι ταῦτα λεγώμεθα , εἰδότες ἄμφω
13.297 κέρδεʹ , ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʹ ἄριστος ἁπάντων
13.298 βουλῇ καὶ μύθοισιν , ἐγὼ δʹ ἐν πᾶσι θεοῖσι
13.299 μήτι τε κλέομαι καὶ κέρδεσιν · οὐδὲ σύ γʹ ἔγνως
13.300 Παλλάδʹ Ἀθηναίην , κούρην Διός , τέ τοι αἰεὶ
13.301 ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω ,
13.302 καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα ,
13.303 νῦν αὖ δεῦρʹ ἱκόμην , ἵνα τοι σὺν μῆτιν ὑφήνω
13.304 χρήματά τε κρύψω , ὅσα τοι Φαίηκες ἀγαυοὶ
13.305 ὤπασαν οἴκαδʹ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε ,
13.306 εἴπω θʹ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
13.307 κήδεʹ ἀνασχέσθαι · σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ ,
13.308 μηδέ τῳ ἐκφάσθαι μήτʹ ἀνδρῶν μήτε γυναικῶν ,
13.309 πάντων , οὕνεκʹ ἄρʹ ἦλθες ἀλώμενος , ἀλλὰ σιωπῇ
13.310 πάσχειν ἄλγεα πολλά , βίας ὑποδέγμενος ἀνδρῶν .
13.311 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
13.312 ἀργαλέον σε , θεά , γνῶναι βροτῷ ἀντιάσαντι ,
13.313 καὶ μάλʹ ἐπισταμένῳ · σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις .
13.314 τοῦτο δʹ ἐγὼν εὖ οἶδʹ , ὅτι μοι πάρος ἠπίη ἦσθα ,
13.315 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν .
13.316 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν ,
13.317 βῆμεν δʹ ἐν νήεσσι , θεὸς δʹ ἐκέδασσεν Ἀχαιούς ,
13.318 οὔ σέ γʹ ἔπειτα ἴδον , κούρη Διός , οὐδʹ ἐνόησα
13.319 νηὸς ἐμῆς ἐπιβᾶσαν , ὅπως τί μοι ἄλγος ἀλάλκοις .
13.320 ἀλλʹ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
13.321 ἠλώμην , ἧός με θεοὶ κακότητος ἔλυσαν ·