12.204 βόμβησαν δʹ ἄρα πάντα κατὰ ῥόον · ἔσχετο δʹ αὐτοῦ
12.205 νηῦς , ἐπεὶ οὐκέτʹ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον .
12.206 αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
12.207 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ·
12.208 φίλοι , οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν ·
12.209 οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν , ὅτε Κύκλωψ
12.210 εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν ·
12.211 ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ , βουλῇ τε νόῳ τε ,
12.212 ἐκφύγομεν , καί που τῶνδε μνήσεσθαι ὀίω .
12.213 νῦν δʹ ἄγεθʹ , ὡς ἂν ἐγὼ εἴπω , πειθώμεθα πάντες .
12.214 ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
12.215 τύπτετε κληίδεσσιν ἐφήμενοι , αἴ κέ ποθι Ζεὺς
12.216 δώῃ τόνδε γʹ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι ·
12.217 σοὶ δέ , κυβερνῆθʹ , ὧδʹ ἐπιτέλλομαι · ἀλλʹ ἐνὶ θυμῷ
12.218 βάλλευ , ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς .
12.219 τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
12.220 νῆα , σὺ δὲ σκοπέλου ἐπιμαίεο , μή σε λάθῃσι
12.221 κεῖσʹ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα .
12.222 ὣς ἐφάμην , οἱ δʹ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο .
12.223 Σκύλλην δʹ οὐκέτʹ ἐμυθεόμην , ἄπρηκτον ἀνίην ,
12.224 μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
12.225 εἰρεσίης , ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς .
12.226 καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
12.227 λανθανόμην , ἐπεὶ οὔ τί μʹ ἀνώγει θωρήσσεσθαι ·
12.228 αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
12.229 μάκρʹ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
12.230 πρῴρης · ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
12.231 Σκύλλην πετραίην , μοι φέρε πῆμʹ ἑτάροισιν .
12.232 οὐδέ πῃ ἀθρῆσαι δυνάμην , ἔκαμον δέ μοι ὄσσε