10.348 ἀμφίπολοι δʹ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
10.349 τέσσαρες , αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι ·
10.350 γίγνονται δʹ ἄρα ταί γʹ ἔκ τε κρηνέων ἀπό τʹ ἀλσέων
10.351 ἔκ θʹ ἱερῶν ποταμῶν , οἵ τʹ εἰς ἅλαδε προρέουσι .
10.352 τάων μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
10.353 πορφύρεα καθύπερθʹ , ὑπένερθε δὲ λῖθʹ ὑπέβαλλεν ·
10.354 δʹ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
10.355 ἀργυρέας , ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια ·
10.356 δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
10.357 ἡδὺν ἐν ἀργυρέῳ , νέμε δὲ χρύσεια κύπελλα ·
10.358 δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
10.359 πολλὸν ὑπὸ τρίποδι μεγάλῳ · ἰαίνετο δʹ ὕδωρ .
10.360 αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ ,
10.361 ἔς ῥʹ ἀσάμινθον ἕσασα λόʹ ἐκ τρίποδος μεγάλοιο ,
10.362 θυμῆρες κεράσασα , κατὰ κρατός τε καὶ ὤμων ,
10.363 ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων .
10.364 αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʹ ἐλαίῳ ,
10.365 ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα ,
10.366 εἷσε δέ μʹ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
10.367 καλοῦ δαιδαλέου , ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν ·
10.368 χέρνιβα δʹ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
10.369 καλῇ χρυσείῃ , ὑπὲρ ἀργυρέοιο λέβητος ,
10.370 νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν .
10.371 σῖτον δʹ αἰδοίη ταμίη παρέθηκε φέρουσα ,
10.372 εἴδατα πόλλʹ ἐπιθεῖσα , χαριζομένη παρεόντων .
10.373 ἐσθέμεναι δʹ ἐκέλευεν · ἐμῷ δʹ οὐχ ἥνδανε θυμῷ ,
10.374 ἀλλʹ ἥμην ἀλλοφρονέων , κακὰ δʹ ὄσσετο θυμός .
10.375 Κίρκη δʹ ὡς ἐνόησεν ἔμʹ ἥμενον οὐδʹ ἐπὶ σίτῳ
10.376 χεῖρας ἰάλλοντα , κρατερὸν δέ με πένθος ἔχοντα ,