10.320 ἔρχεο νῦν συφεόνδε , μετʹ ἄλλων λέξο ἑταίρων .
10.321 ὣς φάτʹ , ἐγὼ δʹ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.322 Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων .
10.323 δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων ,
10.324 καί μʹ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
10.325 τίς πόθεν εἰς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες ;
10.326 θαῦμά μʹ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʹ ἐθέλχθης ·
10.327 οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʹ ἀνέτλη ,
10.328 ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων .
10.329 σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν .
10.330 σύ γʹ Ὀδυσσεύς ἐσσι πολύτροπος , ὅν τέ μοι αἰεὶ
10.331 φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης ,
10.332 ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ .
10.333 ἀλλʹ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο , νῶι δʹ ἔπειτα
10.334 εὐνῆς ἡμετέρης ἐπιβείομεν , ὄφρα μιγέντε
10.335 εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν .
10.336 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
10.337 Κίρκη , πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι ,
10.338 μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους ,
10.339 αὐτὸν δʹ ἐνθάδʹ ἔχουσα δολοφρονέουσα κελεύεις
10.340 ἐς θάλαμόν τʹ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς ,
10.341 ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς .
10.342 οὐδʹ ἂν ἐγώ γʹ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς ,
10.343 εἰ μή μοι τλαίης γε , θεά , μέγαν ὅρκον ὀμόσσαι
10.344 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο .
10.345 ὣς ἐφάμην , δʹ αὐτίκʹ ἀπώμνυεν , ὡς ἐκέλευον .
10.346 αὐτὰρ ἐπεί ῥʹ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον ,
10.347 καὶ τότʹ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς .