9.1 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
9.2 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,
9.3 τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
9.4 τοιοῦδʹ οἷος ὅδʹ ἐστί , θεοῖς ἐναλίγκιος αὐδήν .
9.5 οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
9.6 ὅτʹ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα ,
9.7 δαιτυμόνες δʹ ἀνὰ δώματʹ ἀκουάζωνται ἀοιδοῦ
9.8 ἥμενοι ἑξείης , παρὰ δὲ πλήθωσι τράπεζαι
9.9 σίτου καὶ κρειῶν , μέθυ δʹ ἐκ κρητῆρος ἀφύσσων
9.10 οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι ·
9.11 τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι .
9.12 σοὶ δʹ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
9.13 εἴρεσθʹ , ὄφρʹ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω ·
9.14 τί πρῶτόν τοι ἔπειτα , τί δʹ ὑστάτιον καταλέξω ;
9.15 κήδεʹ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες .
9.16 νῦν δʹ ὄνομα πρῶτον μυθήσομαι , ὄφρα καὶ ὑμεῖς
9.17 εἴδετʹ , ἐγὼ δʹ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
9.18 ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων .
9.19 εἴμʹ Ὀδυσεὺς Λαερτιάδης , ὃς πᾶσι δόλοισιν
9.20 ἀνθρώποισι μέλω , καί μευ κλέος οὐρανὸν ἵκει .
9.21 ναιετάω δʹ Ἰθάκην ἐυδείελον · ἐν δʹ ὄρος αὐτῇ
9.22 Νήριτον εἰνοσίφυλλον , ἀριπρεπές · ἀμφὶ δὲ νῆσοι
9.23 πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι ,
9.24 Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος .
9.25 αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
9.26 πρὸς ζόφον , αἱ δέ τʹ ἄνευθε πρὸς ἠῶ τʹ ἠέλιόν τε ,
9.27 τρηχεῖʹ , ἀλλʹ ἀγαθὴ κουροτρόφος · οὔ τοι ἐγώ γε
9.28 ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι .
9.29 μέν μʹ αὐτόθʹ ἔρυκε Καλυψώ , δῖα θεάων ,
9.30 ἐν σπέσσι γλαφυροῖσι , λιλαιομένη πόσιν εἶναι ·