8.530 τῆς δʹ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί ·
8.531 ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʹ ὀφρύσι δάκρυον εἶβεν .
8.532 ἔνθʹ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων ,
8.533 Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʹ ἠδʹ ἐνόησεν ,
8.534 ἥμενος ἄγχʹ αὐτοῦ , βαρὺ δὲ στενάχοντος ἄκουσεν .
8.535 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα ·
8.536 κέκλυτε , Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες ,
8.537 Δημόδοκος δʹ ἤδη σχεθέτω φόρμιγγα λίγειαν ·
8.538 οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʹ ἀείδει .
8.539 ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός ,
8.540 ἐκ τοῦ δʹ οὔ πω παύσατʹ ὀιζυροῖο γόοιο
8.541 ξεῖνος · μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν .
8.542 ἀλλʹ ἄγʹ μὲν σχεθέτω , ἵνʹ ὁμῶς τερπώμεθα πάντες ,
8.543 ξεινοδόκοι καὶ ξεῖνος , ἐπεὶ πολὺ κάλλιον οὕτως ·
8.544 εἵνεκα γὰρ ξείνοιο τάδʹ αἰδοίοιο τέτυκται ,
8.545 πομπὴ καὶ φίλα δῶρα , τά οἱ δίδομεν φιλέοντες .
8.546 ἀντὶ κασιγνήτου ξεῖνός θʹ ἱκέτης τε τέτυκται
8.547 ἀνέρι , ὅς τʹ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι .
8.548 τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
8.549 ὅττι κέ σʹ εἴρωμαι · φάσθαι δέ σε κάλλιόν ἐστιν .
8.550 εἴπʹ ὄνομʹ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
8.551 ἄλλοι θʹ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν .
8.552 οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʹ ἀνθρώπων ,
8.553 οὐ κακὸς οὐδὲ μὲν ἐσθλός , ἐπὴν τὰ πρῶτα γένηται ,
8.554 ἀλλʹ ἐπὶ πᾶσι τίθενται , ἐπεί κε τέκωσι , τοκῆες .
8.555 εἰπὲ δέ μοι γαῖάν τε · τεὴν δῆμόν τε πόλιν τε ,
8.556 ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες ·
8.557 οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν ,