8.499 ὣς φάθʹ , δʹ ὁρμηθεὶς θεοῦ ἤρχετο , φαῖνε δʹ ἀοιδήν ,
8.500 ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
8.501 βάντες ἀπέπλειον , πῦρ ἐν κλισίῃσι βαλόντες ,
8.502 Ἀργεῖοι , τοὶ δʹ ἤδη ἀγακλυτὸν ἀμφʹ Ὀδυσῆα
8.503 ἥατʹ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ ·
8.504 αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο .
8.505 ὣς μὲν ἑστήκει , τοὶ δʹ ἄκριτα πόλλʹ ἀγόρευον
8.506 ἥμενοι ἀμφʹ αὐτόν · τρίχα δέ σφισιν ἥνδανε βουλή ,
8.507 ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ ,
8.508 κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʹ ἄκρης ,
8.509 ἐάαν μέγʹ ἄγαλμα θεῶν θελκτήριον εἶναι ,
8.510 τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν ·
8.511 αἶσα γὰρ ἦν ἀπολέσθαι , ἐπὴν πόλις ἀμφικαλύψῃ
8.512 δουράτεον μέγαν ἵππον , ὅθʹ ἥατο πάντες ἄριστοι
8.513 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες .
8.514 ἤειδεν δʹ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
8.515 ἱππόθεν ἐκχύμενοι , κοῖλον λόχον ἐκπρολιπόντες .
8.516 ἄλλον δʹ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν ,
8.517 αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
8.518 βήμεναι , ἠύτʹ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ .
8.519 κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
8.520 νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην .
8.521 ταῦτʹ ἄρʹ ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
8.522 τήκετο , δάκρυ δʹ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς .
8.523 ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα ,
8.524 ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν ,
8.525 ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ ·
8.526 μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
8.527 ἀμφʹ αὐτῷ χυμένη λίγα κωκύει · οἱ δέ τʹ ὄπισθε
8.528 κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
8.529 εἴρερον εἰσανάγουσι , πόνον τʹ ἐχέμεν καὶ ὀιζύν ·