8.236 ξεῖνʹ , ἐπεὶ οὐκ ἀχάριστα μεθʹ ἡμῖν ταῦτʹ ἀγορεύεις ,
8.237 ἀλλʹ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν , τοι ὀπηδεῖ ,
8.238 χωόμενος ὅτι σʹ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
8.239 νείκεσεν , ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο ,
8.240 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν ·
8.241 ἀλλʹ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος , ὄφρα καὶ ἄλλῳ
8.242 εἴπῃς ἡρώων , ὅτε κεν σοῖς ἐν μεγάροισι
8.243 δαινύῃ παρὰ σῇ τʹ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν ,
8.244 ἡμετέρης ἀρετῆς μεμνημένος , οἷα καὶ ἡμῖν
8.245 Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν .
8.246 οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί ,
8.247 ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι ,
8.248 αἰεὶ δʹ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
8.249 εἵματά τʹ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί .
8.250 ἀλλʹ ἄγε , Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι ,
8.251 παίσατε , ὥς χʹ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
8.252 οἴκαδε νοστήσας , ὅσσον περιγιγνόμεθʹ ἄλλων
8.253 ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ .
8.254 Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
8.255 οἰσέτω , που κεῖται ἐν ἡμετέροισι δόμοισιν .
8.256 ὣς ἔφατʹ Ἀλκίνοος θεοείκελος , ὦρτο δὲ κῆρυξ
8.257 οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος .
8.258 αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
8.259 δήμιοι , οἳ κατʹ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα ,
8.260 λείηναν δὲ χορόν , καλὸν δʹ εὔρυναν ἀγῶνα .
8.261 κῆρυξ δʹ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
8.262 Δημοδόκῳ · δʹ ἔπειτα κίʹ ἐς μέσον · ἀμφὶ δὲ κοῦροι
8.263 πρωθῆβαι ἵσταντο , δαήμονες ὀρχηθμοῖο ,
8.264 πέπληγον δὲ χορὸν θεῖον ποσίν . αὐτὰρ Ὀδυσσεὺς