8.206 πὺξ ἠὲ πάλῃ καὶ ποσίν , οὔ τι μεγαίρω ,
8.207 πάντων Φαιήκων , πλήν γʹ αὐτοῦ Λαοδάμαντος .
8.208 ξεῖνος γάρ μοι ὅδʹ ἐστί · τίς ἂν φιλέοντι μάχοιτο ;
8.209 ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ ,
8.210 ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
8.211 δήμῳ ἐν ἀλλοδαπῷ · ἕο δʹ αὐτοῦ πάντα κολούει .
8.212 τῶν δʹ ἄλλων οὔ πέρ τινʹ ἀναίνομαι οὐδʹ ἀθερίζω ,
8.213 ἀλλʹ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην .
8.214 πάντα γὰρ οὐ κακός εἰμι , μετʹ ἀνδράσιν ὅσσοι ἄεθλοι ·
8.215 εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι ·
8.216 πρῶτός κʹ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
8.217 ἀνδρῶν δυσμενέων , εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
8.218 ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν .
8.219 οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
8.220 δήμῳ ἔνι Τρώων , ὅτε τοξαζοίμεθʹ Ἀχαιοί .
8.221 τῶν δʹ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι ,
8.222 ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες .
8.223 ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω ,
8.224 οὔθʹ Ἡρακλῆι οὔτʹ Εὐρύτῳ Οιχαλιῆι ,
8.225 οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων .
8.226 τῷ ῥα καὶ αἶψʹ ἔθανεν μέγας Εὔρυτος , οὐδʹ ἐπὶ γῆρας
8.227 ἵκετʹ ἐνὶ μεγάροισι · χολωσάμενος γὰρ Ἀπόλλων
8.228 ἔκτανεν , οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι .
8.229 δουρὶ δʹ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ .
8.230 οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
8.231 Φαιήκων · λίην γὰρ ἀεικελίως ἐδαμάσθην
8.232 κύμασιν ἐν πολλοῖς , ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
8.233 ἦεν ἐπηετανός · τῷ μοι φίλα γυῖα λέλυνται .
8.234 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .
8.235 Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν ·