7.61 τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
7.62 Ναυσίθοον μεγάθυμον , ὃς ἐν Φαίηξιν ἄνασσε ·
7.63 Ναυσίθοος δʹ ἔτεκεν Ῥηξήνορά τʹ Ἀλκίνοόν τε .
7.64 τὸν μὲν ἄκουρον ἐόντα βάλʹ ἀργυρότοξος Ἀπόλλων
7.65 νυμφίον ἐν μεγάρῳ , μίαν οἴην παῖδα λιπόντα
7.66 Ἀρήτην · τὴν δʹ Ἀλκίνοος ποιήσατʹ ἄκοιτιν ,
7.67 καί μιν ἔτισʹ , ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη ,
7.68 ὅσσαι νῦν γε γυναῖκες ὑπʹ ἀνδράσιν οἶκον ἔχουσιν .
7.69 ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
7.70 ἔκ τε φίλων παίδων ἔκ τʹ αὐτοῦ Ἀλκινόοιο
7.71 καὶ λαῶν , οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
7.72 δειδέχαται μύθοισιν , ὅτε στείχῃσʹ ἀνὰ ἄστυ .
7.73 οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ ·
7.74 ᾗσι τʹ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει .
7.75 εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʹ ἐνὶ θυμῷ ,
7.76 ἐλπωρή τοι ἔπειτα φίλους τʹ ἰδέειν καὶ ἱκέσθαι
7.77 οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν .
7.78 ὣς ἄρα φωνήσασʹ ἀπέβη γλαυκῶπις Ἀθήνη
7.79 πόντον ἐπʹ ἀτρύγετον , λίπε δὲ Σχερίην ἐρατεινήν ,
7.80 ἵκετο δʹ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην ,
7.81 δῦνε δʹ Ἐρεχθῆος πυκινὸν δόμον . αὐτὰρ Ὀδυσσεὺς
7.82 Ἀλκινόου πρὸς δώματʹ ἴε κλυτά · πολλὰ δέ οἱ κῆρ
7.83 ὥρμαινʹ ἱσταμένῳ , πρὶν χάλκεον οὐδὸν ἱκέσθαι .
7.84 ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
7.85 δῶμα καθʹ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο .
7.86 χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʹ ἔνθα καὶ ἔνθα ,
7.87 ἐς μυχὸν ἐξ οὐδοῦ , περὶ δὲ θριγκὸς κυάνοιο ·
7.88 χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον ·
7.89 σταθμοὶ δʹ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ ,