7.30 ἀλλʹ ἴθι σιγῇ τοῖον , ἐγὼ δʹ ὁδὸν ἡγεμονεύσω ,
7.31 μηδέ τινʹ ἀνθρώπων προτιόσσεο μηδʹ ἐρέεινε .
7.32 οὐ γὰρ ξείνους οἵδε μάλʹ ἀνθρώπους ἀνέχονται ,
7.33 οὐδʹ ἀγαπαζόμενοι φιλέουσʹ ὅς κʹ ἄλλοθεν ἔλθῃ .
7.34 νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
7.35 λαῖτμα μέγʹ ἐκπερόωσιν , ἐπεί σφισι δῶκʹ ἐνοσίχθων ·
7.36 τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα .
7.37 ὣς ἄρα φωνήσασʹ ἡγήσατο Παλλὰς Ἀθήνη
7.38 καρπαλίμως · δʹ ἔπειτα μετʹ ἴχνια βαῖνε θεοῖο .
7.39 τὸν δʹ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
7.40 ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας · οὐ γὰρ Ἀθήνη
7.41 εἴα ἐυπλόκαμος , δεινὴ θεός , ῥά οἱ ἀχλὺν
7.42 θεσπεσίην κατέχευε φίλα φρονέουσʹ ἐνὶ θυμῷ .
7.43 θαύμαζεν δʹ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
7.44 αὐτῶν θʹ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
7.45 ὑψηλά , σκολόπεσσιν ἀρηρότα , θαῦμα ἰδέσθαι .
7.46 ἀλλʹ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʹ ἵκοντο ,
7.47 τοῖσι δὲ μύθων ἦρχε θεά , γλαυκῶπις Ἀθήνη ·
7.48 οὗτος δή τοι , ξεῖνε πάτερ , δόμος , ὅν με κελεύεις
7.49 πεφραδέμεν · δήεις δὲ διοτρεφέας βασιλῆας
7.50 δαίτην δαινυμένους · σὺ δʹ ἔσω κίε , μηδέ τι θυμῷ
7.51 τάρβει · θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
7.52 ἔργοισιν τελέθει , εἰ καί ποθεν ἄλλοθεν ἔλθοι .
7.53 δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν ·
7.54 Ἀρήτη δʹ ὄνομʹ ἐστὶν ἐπώνυμον , ἐκ δὲ τοκήων
7.55 τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα .
7.56 Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
7.57 γείνατο καὶ Περίβοια , γυναικῶν εἶδος ἀρίστη ,
7.58 ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος ,
7.59 ὅς ποθʹ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν .
7.60 ἀλλʹ μὲν ὤλεσε λαὸν ἀτάσθαλον , ὤλετο δʹ αὐτός ·