6.316 ὣς ἄρα φωνήσασʹ ἵμασεν μάστιγι φαεινῇ
6.317 ἡμιόνους · αἱ δʹ ὦκα λίπον ποταμοῖο ῥέεθρα .
6.318 αἱ δʹ ἐὺ μὲν τρώχων , ἐὺ δὲ πλίσσοντο πόδεσσιν ·
6.319 δὲ μάλʹ ἡνιόχευεν , ὅπως ἅμʹ ἑποίατο πεζοὶ
6.320 ἀμφίπολοί τʹ Ὀδυσεύς τε , νόῳ δʹ ἐπέβαλλεν ἱμάσθλην .
6.321 δύσετό τʹ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
6.322 ἱρὸν Ἀθηναίης , ἵνʹ ἄρʹ ἕζετο δῖος Ὀδυσσεύς .
6.323 αὐτίκʹ ἔπειτʹ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο ·
6.324 κλῦθί μευ , αἰγιόχοιο Διὸς τέκος , Ἀτρυτώνη ·
6.325 νῦν δή πέρ μευ ἄκουσον , ἐπεὶ πάρος οὔ ποτʹ ἄκουσας
6.326 ῥαιομένου , ὅτε μʹ ἔρραιε κλυτὸς ἐννοσίγαιος .
6.327 δός μʹ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʹ ἐλεεινόν .
6.328 ὣς ἔφατʹ εὐχόμενος , τοῦ δʹ ἔκλυε Παλλὰς Ἀθήνη .
6.329 αὐτῷ δʹ οὔ πω φαίνετʹ ἐναντίη · αἴδετο γάρ ῥα
6.330 πατροκασίγνητον · δʹ ἐπιζαφελῶς μενέαινεν
6.331 ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι .