6.202 ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
6.203 δηιοτῆτα φέρων · μάλα γὰρ φίλοι ἀθανάτοισιν .
6.204 οἰκέομεν δʹ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ ,
6.205 ἔσχατοι , οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος .
6.206 ἀλλʹ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʹ ἱκάνει ,
6.207 τὸν νῦν χρὴ κομέειν · πρὸς γὰρ Διός εἰσιν ἅπαντες
6.208 ξεῖνοί τε πτωχοί τε , δόσις δʹ ὀλίγη τε φίλη τε .
6.209 ἀλλὰ δότʹ , ἀμφίπολοι , ξείνῳ βρῶσίν τε πόσιν τε ,
6.210 λούσατέ τʹ ἐν ποταμῷ , ὅθʹ ἐπὶ σκέπας ἔστʹ ἀνέμοιο .
6.211 ὣς ἔφαθʹ , αἱ δʹ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν ,
6.212 κὰδ δʹ ἄρʹ Ὀδυσσῆʹ εἷσαν ἐπὶ σκέπας , ὡς ἐκέλευσεν
6.213 Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο ·
6.214 πὰρ δʹ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʹ ἔθηκαν ,
6.215 δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον ,
6.216 ἤνωγον δʹ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν .
6.217 δή ῥα τότʹ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς ·
6.218 ἀμφίπολοι , στῆθʹ οὕτω ἀπόπροθεν , ὄφρʹ ἐγὼ αὐτὸς
6.219 ἅλμην ὤμοιιν ἀπολούσομαι , ἀμφὶ δʹ ἐλαίῳ
6.220 χρίσομαι · γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή .
6.221 ἄντην δʹ οὐκ ἂν ἐγώ γε λοέσσομαι · αἰδέομαι γὰρ
6.222 γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών .
6.223 ὣς ἔφαθʹ , αἱ δʹ ἀπάνευθεν ἴσαν , εἶπον δʹ ἄρα κούρῃ .
6.224 αὐτὰρ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
6.225 ἅλμην , οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους ,
6.226 ἐκ κεφαλῆς δʹ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο .
6.227 αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʹ ἄλειψεν ,
6.228 ἀμφὶ δὲ εἵματα ἕσσαθʹ οἱ πόρε παρθένος ἀδμής ,
6.229 τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα