6.148 αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον .
6.149 γουνοῦμαί σε , ἄνασσα · θεός νύ τις , βροτός ἐσσι ;
6.150 εἰ μέν τις θεός ἐσσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν ,
6.151 Ἀρτέμιδί σε ἐγώ γε , Διὸς κούρῃ μεγάλοιο ,
6.152 εἶδός τε μέγεθός τε φυήν τʹ ἄγχιστα ἐίσκω ·
6.153 εἰ δέ τίς ἐσσι βροτῶν , τοὶ ἐπὶ χθονὶ ναιετάουσιν ,
6.154 τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ,
6.155 τρὶς μάκαρες δὲ κασίγνητοι · μάλα πού σφισι θυμὸς
6.156 αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο ,
6.157 λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν .
6.158 κεῖνος δʹ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων ,
6.159 ὅς κέ σʹ ἐέδνοισι βρίσας οἶκόνδʹ ἀγάγηται .
6.160 οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν ,
6.161 οὔτʹ ἄνδρʹ οὔτε γυναῖκα · σέβας μʹ ἔχει εἰσορόωντα .
6.162 Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
6.163 φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα ·
6.164 ἦλθον γὰρ καὶ κεῖσε , πολὺς δέ μοι ἕσπετο λαός ,
6.165 τὴν ὁδὸν δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʹ ἔσεσθαι .
6.166 ὣς δʹ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
6.167 δήν , ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης ,
6.168 ὡς σέ , γύναι , ἄγαμαί τε τέθηπά τε , δείδια δʹ αἰνῶς
6.169 γούνων ἅψασθαι · χαλεπὸν δέ με πένθος ἱκάνει .
6.170 χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον ·
6.171 τόφρα δέ μʹ αἰεὶ κῦμʹ ἐφόρει κραιπναί τε θύελλαι
6.172 νήσου ἀπʹ Ὠγυγίης . νῦν δʹ ἐνθάδε κάββαλε δαίμων ,
6.173 ὄφρʹ ἔτι που καὶ τῇδε πάθω κακόν · οὐ γὰρ ὀίω
6.174 παύσεσθʹ , ἀλλʹ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν .