5.405 ἀλλʹ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε ·
5.406 καὶ τότʹ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ ,
5.407 ὀχθήσας δʹ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
5.408 μοι , ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
5.409 Ζεύς , καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα ,
5.410 ἔκβασις οὔ πῃ φαίνεθʹ ἁλὸς πολιοῖο θύραζε ·
5.411 ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες , ἀμφὶ δὲ κῦμα
5.412 βέβρυχεν ῥόθιον , λισσὴ δʹ ἀναδέδρομε πέτρη ,
5.413 ἀγχιβαθὴς δὲ θάλασσα , καὶ οὔ πως ἔστι πόδεσσι
5.414 στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα ·
5.415 μή πώς μʹ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
5.416 κῦμα μέγʹ ἁρπάξαν · μελέη δέ μοι ἔσσεται ὁρμή .
5.417 εἰ δέ κʹ ἔτι προτέρω παρανήξομαι , ἤν που ἐφεύρω
5.418 ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης ,
5.419 δείδω μή μʹ ἐξαῦτις ἀναρπάξασα θύελλα
5.420 πόντον ἐπʹ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα ,
5.421 ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
5.422 ἐξ ἁλός , οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη ·
5.423 οἶδα γάρ , ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος .
5.424 ἧος ταῦθʹ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
5.425 τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʹ ἀκτήν .
5.426 ἔνθα κʹ ἀπὸ ῥινοὺς δρύφθη , σὺν δʹ ὀστέʹ ἀράχθη ,
5.427 εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά , γλαυκῶπις Ἀθήνη ·
5.428 ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης ,
5.429 τῆς ἔχετο στενάχων , ἧος μέγα κῦμα παρῆλθε .
5.430 καὶ τὸ μὲν ὣς ὑπάλυξε , παλιρρόθιον δέ μιν αὖτις
5.431 πλῆξεν ἐπεσσύμενον , τηλοῦ δέ μιν ἔμβαλε πόντῳ .
5.432 ὡς δʹ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
5.433 πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται ,