4.786 ἔνθα δὲ δόρπον ἕλοντο , μένον δʹ ἐπὶ ἕσπερον ἐλθεῖν .
4.787 δʹ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
4.788 κεῖτʹ ἄρʹ ἄσιτος , ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος ,
4.789 ὁρμαίνουσʹ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων ,
4.790 γʹ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη .
4.791 ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
4.792 δείσας , ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι ,
4.793 τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος ·
4.794 εὗδε δʹ ἀνακλινθεῖσα , λύθεν δέ οἱ ἅψεα πάντα .
4.795 ἔνθʹ αὖτʹ ἄλλʹ ἐνόησε θεά , γλαυκῶπις Ἀθήνη ·
4.796 εἴδωλον ποίησε , δέμας δʹ ἤικτο γυναικί ,
4.797 Ἰφθίμῃ , κούρῃ μεγαλήτορος Ἰκαρίοιο ,
4.798 τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων .
4.799 πέμπε δέ μιν πρὸς δώματʹ Ὀδυσσῆος θείοιο ,
4.800 ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
4.801 παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος .
4.802 ἐς θάλαμον δʹ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα ,
4.803 στῆ δʹ ἄρ ὑπὲρ κεφαλῆς , καί μιν πρὸς μῦθον ἔειπεν ·
4.804 εὕδεις , Πηνελόπεια , φίλον τετιημένη ἦτορ ;
4.805 οὐ μέν σʹ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
4.806 κλαίειν οὐδʹ ἀκάχησθαι , ἐπεί ῥʹ ἔτι νόστιμός ἐστι
4.807 σὸς παῖς · οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι .
4.808 τὴν δʹ ἠμείβετʹ ἔπειτα περίφρων Πηνελόπεια ,
4.809 ἡδὺ μάλα κνώσσουσʹ ἐν ὀνειρείῃσι πύλῃσιν ·
4.810 τίπτε , κασιγνήτη , δεῦρʹ ἤλυθες ; οὔ τι πάρος γε
4.811 πωλέʹ , ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις ·
4.812 καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʹ ὀδυνάων
4.813 πολλέων , αἵ μʹ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν ,
4.814 πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα ,
4.815 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν ,