3.467 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα ,
3.468 ἔκ ῥʹ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος ·
3.469 πὰρ δʹ γε Νέστορʹ ἰὼν κατʹ ἄρʹ ἕζετο , ποιμένα λαῶν .
3.470 οἱ δʹ ἐπεὶ ὤπτησαν κρέʹ ὑπέρτερα καὶ ἐρύσαντο ,
3.471 δαίνυνθʹ ἑζόμενοι · ἐπὶ δʹ ἀνέρες ἐσθλοὶ ὄροντο
3.472 οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν .
3.473 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
3.474 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
3.475 παῖδες ἐμοί , ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
3.476 ζεύξαθʹ ὑφʹ ἅρματʹ ἄγοντες , ἵνα πρήσσῃσιν ὁδοῖο .
3.477 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʹ ἐπίθοντο ,
3.478 καρπαλίμως δʹ ἔζευξαν ὑφʹ ἅρμασιν ὠκέας ἵππους .
3.479 ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
3.480 ὄψα τε , οἷα ἔδουσι διοτρεφέες βασιλῆες .
3.481 ἂν δʹ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον ·
3.482 πὰρ δʹ ἄρα Νεστορίδης Πεισίστρατος , ὄρχαμος ἀνδρῶν ,
3.483 ἐς δίφρον τʹ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί ,
3.484 μάστιξεν δʹ ἐλάαν , τὼ δʹ οὐκ ἀέκοντε πετέσθην
3.485 ἐς πεδίον , λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον .
3.486 οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες .
3.487 δύσετό τʹ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί ,
3.488 ἐς Φηρὰς δʹ ἵκοντο Διοκλῆος ποτὶ δῶμα ,
3.489 υἱέος Ὀρτιλόχοιο , τὸν Ἀλφειὸς τέκε παῖδα .
3.490 ἔνθα δὲ νύκτʹ ἄεσαν , δὲ τοῖς πὰρ ξείνια θῆκεν .
3.491 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
3.492 ἵππους τε ζεύγνυντʹ ἀνά θʹ ἅρματα ποικίλʹ ἔβαινον ·
3.493 ἐκ δʹ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου ·
3.494 μάστιξεν δʹ ἐλάαν , τὼ δʹ οὐκ ἀέκοντε πετέσθην .