2.1 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
2.2 ὤρνυτʹ ἄρʹ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
2.3 εἵματα ἑσσάμενος , περὶ δὲ ξίφος ὀξὺ θέτʹ ὤμῳ ,
2.4 ποσσὶ δʹ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα ,
2.5 βῆ δʹ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην .
2.6 αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
2.7 κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς .
2.8 οἱ μὲν ἐκήρυσσον , τοὶ δʹ ἠγείροντο μάλʹ ὦκα .
2.9 αὐτὰρ ἐπεί ῥʹ ἤγερθεν ὁμηγερέες τʹ ἐγένοντο ,
2.10 βῆ ῥʹ ἴμεν εἰς ἀγορήν , παλάμῃ δʹ ἔχε χάλκεον ἔγχος ,
2.11 οὐκ οἶος , ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο .
2.12 θεσπεσίην δʹ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη .
2.13 τὸν δʹ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο ·
2.14 ἕζετο δʹ ἐν πατρὸς θώκῳ , εἶξαν δὲ γέροντες .
2.15 τοῖσι δʹ ἔπειθʹ ἥρως Αἰγύπτιος ἦρχʹ ἀγορεύειν ,
2.16 ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη .
2.17 καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʹ ἀντιθέῳ Ὀδυσῆι
2.18 Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν ,
2.19 Ἄντιφος αἰχμητής · τὸν δʹ ἄγριος ἔκτανε Κύκλωψ
2.20 ἐν σπῆι γλαφυρῷ , πύματον δʹ ὡπλίσσατο δόρπον .
2.21 τρεῖς δέ οἱ ἄλλοι ἔσαν , καὶ μὲν μνηστῆρσιν ὁμίλει ,
2.22 Εὐρύνομος , δύο δʹ αἰὲν ἔχον πατρώια ἔργα .
2.23 ἀλλʹ οὐδʹ ὣς τοῦ λήθετʹ ὀδυρόμενος καὶ ἀχεύων .
2.24 τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε ·
2.25 κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω ·
2.26 οὔτε ποθʹ ἡμετέρη ἀγορὴ γένετʹ οὔτε θόωκος
2.27 ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί .
2.28 νῦν δὲ τίς ὧδʹ ἤγειρε ; τίνα χρειὼ τόσον ἵκει