14.39 λόγον εἰπών ] .
14.40 καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας , ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι , καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ .
14.41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς Καθεύδετε [ τὸ ] λοιπὸν καὶ ἀναπαύεσθε · ἀπέχει · ἦλθεν ὥρα , ἰδοὺ παραδίδοται υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν .
14.42 ἐγείρεσθε ἄγωμεν · ἰδοὺ παραδιδούς με ἤγγικεν .
14.43 Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται [ ] Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων .
14.44 δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων Ὃν ἂν φιλήσω αὐτός ἐστιν · κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς .
14.45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει Ῥαββεί , καὶ κατεφίλησεν αὐτόν .
14.46 οἱ δὲ ἐπέβαλαν τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν .
14.47 εἷς δέ [ τις ] τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον .
14.48 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με ,
14.49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με · ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί .
14.50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες .
14.51 Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ , καὶ κρατοῦσιν αὐτόν ,
14.52 δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν .
14.53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα , καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς .
14.54 καὶ Πέτρος ἀπὸ