23.339 ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
23.340 κύκλου ποιητοῖο · λίθου δ’ ἀλέασθαι ἐπαυρεῖν ,
23.341 μή πως ἵππους τε τρώσῃς κατά θ’ ἅρματα ἄξῃς ·
23.342 χάρμα δὲ τοῖς ἄλλοισιν , ἐλεγχείη δὲ σοὶ αὐτῷ
23.343 ἔσσεται · ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι .
23.344 εἰ γάρ κ’ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων ,
23.345 οὐκ ἔσθ’ ὅς κέ σ’ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ ,
23.346 οὐδ’ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
23.347 Ἀδρήστου ταχὺν ἵππον , ὃς ἐκ θεόφιν γένος ἦεν ,
23.348 τοὺς Λαομέδοντος , οἳ ἐνθάδε γ’ ἔτραφεν ἐσθλοί .
23.349 ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
23.350 ἕζετ’ , ἐπεὶ παιδὶ ἑκάστου πείρατ’ ἔειπε .
23.351 Μηριόνης δ’ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ’ ἵππους .
23.352 ἂν δ’ ἔβαν ἐς δίφρους , ἐν δὲ κλήρους ἐβάλοντο ·
23.353 πάλλ’ Ἀχιλεύς , ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
23.354 Ἀντιλόχου · μετὰ τὸν δ’ ἔλαχε κρείων Εὔμηλος ·
23.355 τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος ,
23.356 τῷ δ’ ἐπὶ Μηριόνης λάχ’ ἐλαυνέμεν · ὕστατος αὖτε
23.357 Τυδεΐδης ὄχ’ ἄριστος ἐὼν λάχ’ ἐλαυνέμεν ἵππους .
23.358 στὰν δὲ μεταστοιχί , σήμηνε δὲ τέρματ’ Ἀχιλλεὺς
23.359 τηλόθεν ἐν λείῳ πεδίῳ · παρὰ δὲ σκοπὸν εἷσεν
23.360 ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο ,
23.361 ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι .
23.362 οἳ δ’ ἅμα πάντες ἐφ’ ἵπποιιν μάστιγας ἄειραν ,
23.363 πέπληγόν θ’ ἱμᾶσιν , ὁμόκλησάν τ’ ἐπέεσσιν
23.364 ἐσσυμένως · οἳ δ’ ὦκα διέπρησσον πεδίοιο
23.365 νόσφι νεῶν ταχέως · ὑπὸ δὲ στέρνοισι κονίη
23.366 ἵστατ’ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα ,
23.367 χαῖται δ’ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο .