23.309 οἶσθα γὰρ εὖ περὶ τέρμαθ’ ἑλισσέμεν · ἀλλά τοι ἵπποι
23.310 βάρδιστοι θείειν · τώ τ’ οἴω λοίγι’ ἔσεσθαι .
23.311 τῶν δ’ ἵπποι μὲν ἔασιν ἀφάρτεροι , οὐδὲ μὲν αὐτοὶ
23.312 πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι .
23.313 ἀλλ’ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
23.314 παντοίην , ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα .
23.315 μήτι τοι δρυτόμος μέγ’ ἀμείνων ἠὲ βίηφι ·
23.316 μήτι δ’ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
23.317 νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι ·
23.318 μήτι δ’ ἡνίοχος περιγίγνεται ἡνιόχοιο .
23.319 ἀλλ’ ὃς μέν θ’ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
23.320 ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα ,
23.321 ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον , οὐδὲ κατίσχει ·
23.322 ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους ,
23.323 αἰεὶ τέρμ’ ὁρόων στρέφει ἐγγύθεν , οὐδέ λήθει
23.324 ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν ,
23.325 ἀλλ’ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει .
23.326 σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές , οὐδέ σε λήσει .
23.327 ἕστηκε ξύλον αὖον ὅσον τ’ ὄργυι’ ὑπὲρ αἴης
23.328 δρυὸς πεύκης · τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ ,
23.329 λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
23.330 ἐν ξυνοχῇσιν ὁδοῦ , λεῖος δ’ ἱππόδρομος ἀμφὶς
23.331 τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος ,
23.332 τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων ,
23.333 καὶ νῦν τέρματ’ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς .
23.334 τῷ σὺ μάλ’ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους ,
23.335 αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
23.336 ἦκ’ ἐπ’ ἀριστερὰ τοῖιν · ἀτὰρ τὸν δεξιὸν ἵππον
23.337 κένσαι ὁμοκλήσας , εἶξαί τέ οἱ ἡνία χερσίν .
23.338 ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω ,