20.431 Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
20.432 ἔλπεο δειδίξεσθαι , ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
20.433 ἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι .
20.434 οἶδα δ’ ὅτι σὺ μὲν ἐσθλός , ἐγὼ δὲ σέθεν πολὺ χείρων .
20.435 ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται ,
20.436 αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
20.437 δουρὶ βαλών , ἐπεὶ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν .
20.438 ῥα , καὶ ἀμπεπαλὼν προΐει δόρυ , καὶ τό γ’ Ἀθήνη
20.439 πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
20.440 ἦκα μάλα ψύξασα · τὸ δ’ ἂψ ἵκεθ’ Ἕκτορα δῖον ,
20.441 αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν . αὐτὰρ Ἀχιλλεὺς
20.442 ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων ,
20.443 σμερδαλέα ἰάχων · τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων
20.444 ῥεῖα μάλ’ ὥς τε θεός , ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ .
20.445 τρὶς μὲν ἔπειτ’ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
20.446 ἔγχεϊ χαλκείῳ , τρὶς δ’ ἠέρα τύψε βαθεῖαν .
20.447 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος ,
20.448 δεινὰ δ’ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα ·
20.449 ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον · τέ τοι ἄγχι
20.450 ἦλθε κακόν · νῦν αὖτέ σ’ ἐρύσατο Φοῖβος Ἀπόλλων ,
20.451 μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων .
20.452 θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας ,
20.453 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι .
20.454 νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι , ὅν κε κιχείω .
20.455 ὣς εἰπὼν Δρύοπ’ οὖτα κατ’ αὐχένα μέσσον ἄκοντι ·
20.456 ἤριπε δὲ προπάροιθε ποδῶν · δὲ τὸν μὲν ἔασε ,
20.457 Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
20.458 κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε . τὸν μὲν ἔπειτα