20.401 Ἱπποδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα
20.402 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί .
20.403 αὐτὰρ θυμὸν ἄϊσθε καὶ ἤρυγεν , ὡς ὅτε ταῦρος
20.404 ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
20.405 κούρων ἑλκόντων · γάνυται δέ τε τοῖς ἐνοσίχθων ·
20.406 ὣς ἄρα τόν γ’ ἐρυγόντα λίπ’ ὀστέα θυμὸς ἀγήνωρ ·
20.407 αὐτὰρ βῆ σὺν δουρὶ μετ’ ἀντίθεον Πολύδωρον
20.408 Πριαμίδην . τὸν δ’ οὔ τι πατὴρ εἴασκε μάχεσθαι ,
20.409 οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο ,
20.410 καί οἱ φίλτατος ἔσκε , πόδεσσι δὲ πάντας ἐνίκα
20.411 δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
20.412 θῦνε διὰ προμάχων , εἷος φίλον ὤλεσε θυμόν .
20.413 τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
20.414 νῶτα παραΐσσοντος , ὅθι ζωστῆρος ὀχῆες
20.415 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ ·
20.416 ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλὸν ἔγχεος αἰχμή ,
20.417 γνὺξ δ’ ἔριπ’ οἰμώξας , νεφέλη δέ μιν ἀμφεκάλυψε
20.418 κυανέη , προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα χερσὶ λιασθείς .
20.419 Ἕκτωρ δ’ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
20.420 ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
20.421 κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ’ ἀχλύς · οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
20.422 δηρὸν ἑκὰς στρωφᾶσθ’ , ἀλλ’ ἀντίος ἦλθ’ Ἀχιλῆϊ
20.423 ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος · αὐτὰρ Ἀχιλλεὺς
20.424 ὡς εἶδ’ , ὣς ἀνεπᾶλτο , καὶ εὐχόμενος ἔπος ηὔδα ·
20.425 ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ’ ἐσεμάσσατο θυμόν ,
20.426 ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον · οὐδ’ ἂν ἔτι δὴν
20.427 ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας .
20.428 , καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον ·
20.429 ἆσσον ἴθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι .
20.430 τὸν δ’ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ ·