18.570 ἱμερόεν κιθάριζε , λίνον δ’ ὑπὸ καλὸν ἄειδε
18.571 λεπταλέῃ φωνῇ · τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
18.572 μολπῇ τ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο .
18.573 ἐν δ’ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων ·
18.574 αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε ,
18.575 μυκηθμῷ δ’ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
18.576 πὰρ ποταμὸν κελάδοντα , παρὰ ῥοδανὸν δονακῆα .
18.577 χρύσειοι δὲ νομῆες ἅμ’ ἐστιχόωντο βόεσσι
18.578 τέσσαρες , ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο .
18.579 σμερδαλέω δὲ λέοντε δύ’ ἐν πρώτῃσι βόεσσι
18.580 ταῦρον ἐρύγμηλον ἐχέτην · δὲ μακρὰ μεμυκὼς
18.581 ἕλκετο · τὸν δὲ κύνες μετεκίαθον ἠδ’ αἰζηοί .
18.582 τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
18.583 ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον · οἳ δὲ νομῆες
18.584 αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες .
18.585 οἳ δ’ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων ,
18.586 ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέοντο .
18.587 ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
18.588 ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων ,
18.589 σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς .
18.590 ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις ,
18.591 τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃ
18.592 Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ .
18.593 ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
18.594 ὀρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες .
18.595 τῶν δ’ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον , οἳ δὲ χιτῶνας
18.596 εἵατ’ ἐϋννήτους , ἦκα στίλβοντας ἐλαίῳ ·
18.597 καί ῥ’ αἳ μὲν καλὰς στεφάνας ἔχον , οἳ δὲ μαχαίρας
18.598 εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων .
18.599 οἳ δ’ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
18.600 ῥεῖα μάλ’ , ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
18.601 ἑζόμενος κεραμεὺς πειρήσεται , αἴ κε θέῃσιν ·