18.538 εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν .
18.539 ὡμίλευν δ’ ὥς τε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο ,
18.540 νεκρούς τ’ ἀλλήλων ἔρυον κατατεθνηῶτας .
18.541 ἐν δ’ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
18.542 εὐρεῖαν τρίπολον · πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇ
18.543 ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα .
18.544 οἳ δ’ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης ,
18.545 τοῖσι δ’ ἔπειτ’ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
18.546 δόσκεν ἀνὴρ ἐπιών · τοὶ δὲ στρέψασκον ἀν’ ὄγμους ,
18.547 ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι .
18.548 δὲ μελαίνετ’ ὄπισθεν , ἀρηρομένῃ δὲ ἐῴκει ,
18.549 χρυσείη περ ἐοῦσα · τὸ δὴ περὶ θαῦμα τέτυκτο .
18.550 ἐν δ’ ἐτίθει τέμενος βασιλήϊον · ἔνθα δ’ ἔριθοι
18.551 ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες .
18.552 δράγματα δ’ ἄλλα μετ’ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε ,
18.553 ἄλλα δ’ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο .
18.554 τρεῖς δ’ ἄρ’ ἀμαλλοδετῆρες ἐφέστασαν · αὐτὰρ ὄπισθε
18.555 παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
18.556 ἀσπερχὲς πάρεχον · βασιλεὺς δ’ ἐν τοῖσι σιωπῇ
18.557 σκῆπτρον ἔχων ἑστήκει ἐπ’ ὄγμου γηθόσυνος κῆρ .
18.558 κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο ,
18.559 βοῦν δ’ ἱερεύσαντες μέγαν ἄμφεπον · αἳ δὲ γυναῖκες
18.560 δεῖπνον ἐρίθοισιν λεύκ’ ἄλφιτα πολλὰ πάλυνον .
18.561 ἐν δ’ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
18.562 καλὴν χρυσείην · μέλανες δ’ ἀνὰ βότρυες ἦσαν ,
18.563 ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν .
18.564 ἀμφὶ δὲ κυανέην κάπετον , περὶ δ’ ἕρκος ἔλασσε
18.565 κασσιτέρου · μία δ’ οἴη ἀταρπιτὸς ἦεν ἐπ’ αὐτήν ,
18.566 τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν .
18.567 παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
18.568 πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν .
18.569 τοῖσιν δ’ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ