18.244 χωρήσαντες ἔλυσαν ὑφ’ ἅρμασιν ὠκέας ἵππους ,
18.245 ἐς δ’ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι .
18.246 ὀρθῶν δ’ ἑσταότων ἀγορὴ γένετ’ , οὐδέ τις ἔτλη
18.247 ἕζεσθαι · πάντας γὰρ ἔχε τρόμος , οὕνεκ’ Ἀχιλλεὺς
18.248 ἐξεφάνη , δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς .
18.249 τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ’ ἀγορεύειν
18.250 Πανθοΐδης · γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω ·
18.251 Ἕκτορι δ’ ἦεν ἑταῖρος , ἰῇ δ’ ἐν νυκτὶ γένοντο ,
18.252 ἀλλ’ μὲν ἂρ μύθοισιν , δ’ ἔγχεϊ πολλὸν ἐνίκα ·
18.253 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
18.254 ἀμφὶ μάλα φράζεσθε φίλοι · κέλομαι γὰρ ἔγωγε
18.255 ἄστυδε νῦν ἰέναι , μὴ μίμνειν ἠῶ δῖαν
18.256 ἐν πεδίῳ παρὰ νηυσίν · ἑκὰς δ’ ἀπὸ τείχεός εἰμεν .
18.257 ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ
18.258 τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί ·
18.259 χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων
18.260 ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας .
18.261 νῦν δ’ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα ·
18.262 οἷος κείνου θυμὸς ὑπέρβιος , οὐκ ἐθελήσει
18.263 μίμνειν ἐν πεδίῳ , ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ
18.264 ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται ,
18.265 ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν .
18.266 ἀλλ’ ἴομεν προτὶ ἄστυ , πίθεσθέ μοι · ὧδε γὰρ ἔσται ·
18.267 νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
18.268 ἀμβροσίη · εἰ δ’ ἄμμε κιχήσεται ἐνθάδ’ ἐόντας
18.269 αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν , εὖ νύ τις αὐτὸν
18.270 γνώσεται · ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν
18.271 ὅς κε φύγῃ , πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
18.272 Τρώων · αἲ γὰρ δή μοι ἀπ’ οὔατος ὧδε γένοιτο .
18.273 εἰ δ’ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ ,