18.1 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο ,
18.2 Ἀντίλοχος δ’ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε .
18.3 τὸν δ’ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων
18.4 τὰ φρονέοντ’ ἀνὰ θυμὸν δὴ τετελεσμένα ἦεν ·
18.5 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
18.6 μοι ἐγώ , τί τ’ ἄρ’ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
18.7 νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο ;
18.8 μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ ,
18.9 ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
18.10 Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο
18.11 χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο .
18.12 μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς
18.13 σχέτλιος · τ’ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ
18.14 ἂψ ἐπὶ νῆας ἴμεν , μηδ’ Ἕκτορι ἶφι μάχεσθαι .
18.15 εἷος ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
18.16 τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
18.17 δάκρυα θερμὰ χέων , φάτο δ’ ἀγγελίην ἀλεγεινήν ·
18.18 μοι Πηλέος υἱὲ δαΐφρονος μάλα λυγρῆς
18.19 πεύσεαι ἀγγελίης , μὴ ὤφελλε γενέσθαι .
18.20 κεῖται Πάτροκλος , νέκυος δὲ δὴ ἀμφιμάχονται
18.21 γυμνοῦ · ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ .
18.22 ὣς φάτο , τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα ·
18.23 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
18.24 χεύατο κὰκ κεφαλῆς , χαρίεν δ’ ᾔσχυνε πρόσωπον ·
18.25 νεκταρέῳ δὲ χιτῶνι μέλαιν’ ἀμφίζανε τέφρη .
18.26 αὐτὸς δ’ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
18.27 κεῖτο , φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων .
18.28 δμῳαὶ δ’ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
18.29 θυμὸν ἀκηχέμεναι μεγάλ’ ἴαχον , ἐκ δὲ θύραζε
18.30 ἔδραμον ἀμφ’ Ἀχιλῆα δαΐφρονα , χερσὶ δὲ πᾶσαι