17.733 σταίησαν , τῶν δὲ τράπετο χρώς , οὐδέ τις ἔτλη
17.734 πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι .
17.735 ὣς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
17.736 νῆας ἔπι γλαφυράς · ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
17.737 ἄγριος ἠΰτε πῦρ , τό τ’ ἐπεσσύμενον πόλιν ἀνδρῶν
17.738 ὄρμενον ἐξαίφνης φλεγέθει , μινύθουσι δὲ οἶκοι
17.739 ἐν σέλαϊ μεγάλῳ · τὸ δ’ ἐπιβρέμει ἲς ἀνέμοιο .
17.740 ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
17.741 ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν ·
17.742 οἳ δ’ ὥς θ’ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
17.743 ἕλκωσ’ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
17.744 δοκὸν ἠὲ δόρυ μέγα νήϊον · ἐν δέ τε θυμὸς
17.745 τείρεθ’ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν ·
17.746 ὣς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον . αὐτὰρ ὄπισθεν
17.747 Αἴαντ’ ἰσχανέτην , ὥς τε πρὼν ἰσχάνει ὕδωρ
17.748 ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς ,
17.749 ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
17.750 ἴσχει , ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι
17.751 πλάζων · οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες ·
17.752 ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
17.753 Τρώων · οἳ δ’ ἅμ’ ἕποντο , δύω δ’ ἐν τοῖσι μάλιστα
17.754 Αἰνείας τ’ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ .
17.755 τῶν δ’ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
17.756 οὖλον κεκλήγοντες , ὅτε προΐδωσιν ἰόντα
17.757 κίρκον , τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν ,
17.758 ὣς ἄρ’ ὑπ’ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν
17.759 οὖλον κεκλήγοντες ἴσαν , λήθοντο δὲ χάρμης .
17.760 πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ’ ἀμφί τε τάφρον
17.761 φευγόντων Δαναῶν · πολέμου δ’ οὐ γίγνετ’ ἐρωή .