17.644 ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι .
17.645 Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν ,
17.646 ποίησον δ’ αἴθρην , δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι ·
17.647 ἐν δὲ φάει καὶ ὄλεσσον , ἐπεί νύ τοι εὔαδεν οὕτως .
17.648 ὣς φάτο , τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα ·
17.649 αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην ,
17.650 ἠέλιος δ’ ἐπέλαμψε , μάχη δ’ ἐπὶ πᾶσα φαάνθη ·
17.651 καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον ·
17.652 σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
17.653 ζωὸν ἔτ’ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν ,
17.654 ὄτρυνον δ’ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
17.655 εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος .
17.656 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος ,
17.657 βῆ δ’ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο ,
17.658 ὅς τ’ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ’ ἄνδρας τ’ ἐρεθίζων ,
17.659 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
17.660 πάννυχοι ἐγρήσσοντες · δὲ κρειῶν ἐρατίζων
17.661 ἰθύει , ἀλλ’ οὔ τι πρήσσει · θαμέες γὰρ ἄκοντες
17.662 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν ,
17.663 καιόμεναί τε δεταί , τάς τε τρεῖ ἐσσύμενός περ ·
17.664 ἠῶθεν δ’ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ ·
17.665 ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
17.666 ἤϊε πόλλ’ ἀέκων · περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
17.667 ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν .
17.668 πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ’ ἐπέτελλεν ·
17.669 Αἴαντ’ Ἀργείων ἡγήτορε Μηριόνη τε
17.670 νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
17.671 μνησάσθω · πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
17.672 ζωὸς ἐών · νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει .