17.121 σπεύσομεν , αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
17.122 γυμνόν · ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ .
17.123 ὣς ἔφατ’ , Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε ·
17.124 βῆ δὲ διὰ προμάχων , ἅμα δὲ ξανθὸς Μενέλαος .
17.125 Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα ,
17.126 ἕλχ’ ἵν’ ἀπ’ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ ,
17.127 τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη .
17.128 Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον ·
17.129 Ἕκτωρ δ’ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ’ ἑταίρων ,
17.130 ἐς δίφρον δ’ ἀνόρουσε · δίδου δ’ γε τεύχεα καλὰ
17.131 Τρωσὶ φέρειν προτὶ ἄστυ , μέγα κλέος ἔμμεναι αὐτῷ .
17.132 Αἴας δ’ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
17.133 ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν ,
17.134 ῥά τε νήπι’ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
17.135 ἄνδρες ἐπακτῆρες · δέ τε σθένεϊ βλεμεαίνει ,
17.136 πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων ·
17.137 ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει .
17.138 Ἀτρεΐδης δ’ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος
17.139 ἑστήκει , μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων .
17.140 Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
17.141 Ἕκτορ’ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ ·
17.142 Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο .
17.143 σ’ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα .
17.144 φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς
17.145 οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν ·
17.146 οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν
17.147 εἶσι περὶ πτόλιος , ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
17.148 μάρνασθαι δηΐοισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί .
17.149 πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ’ ὅμιλον
17.150 σχέτλι’ , ἐπεὶ Σαρπηδόν’ ἅμα ξεῖνον καὶ ἑταῖρον