16.344 ἤριπε δ’ ἐξ ὀχέων , κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς .
16.345 Ἰδομενεὺς δ’ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
16.346 νύξε · τὸ δ’ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
16.347 νέρθεν ὑπ’ ἐγκεφάλοιο , κέασσε δ’ ἄρ’ ὀστέα λευκά ·
16.348 ἐκ δ’ ἐτίναχθεν ὀδόντες , ἐνέπλησθεν δέ οἱ ἄμφω
16.349 αἵματος ὀφθαλμοί · τὸ δ’ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
16.350 πρῆσε χανών · θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν .
16.351 οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος .
16.352 ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἐρίφοισι
16.353 σίνται ὑπ’ ἐκ μήλων αἱρεύμενοι , αἵ τ’ ἐν ὄρεσσι
16.354 ποιμένος ἀφραδίῃσι διέτμαγεν · οἳ δὲ ἰδόντες
16.355 αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας ·
16.356 ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον · οἳ δὲ φόβοιο
16.357 δυσκελάδου μνήσαντο , λάθοντο δὲ θούριδος ἀλκῆς .
16.358 Αἴας δ’ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ
16.359 ἵετ’ ἀκοντίσσαι · δὲ ἰδρείῃ πολέμοιο
16.360 ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
16.361 σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων .
16.362 μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην ·
16.363 ἀλλὰ καὶ ὧς ἀνέμιμνε , σάω δ’ ἐρίηρας ἑταίρους .
16.364 ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
16.365 αἰθέρος ἐκ δίης , ὅτε τε Ζεὺς λαίλαπα τείνῃ ,
16.366 ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε ,
16.367 οὐδὲ κατὰ μοῖραν πέραον πάλιν . Ἕκτορα δ’ ἵπποι
16.368 ἔκφερον ὠκύποδες σὺν τεύχεσι , λεῖπε δὲ λαὸν
16.369 Τρωϊκόν , οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε .
16.370 πολλοὶ δ’ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι
16.371 ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ’ ἀνάκτων ,
16.372 Πάτροκλος δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
16.373 Τρωσὶ κακὰ φρονέων · οἳ δὲ ἰαχῇ τε φόβῳ τε