16.313 Φυλεΐδης δ’ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
16.314 ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος , ἔνθα πάχιστος
16.315 μυὼν ἀνθρώπου πέλεται · περὶ δ’ ἔγχεος αἰχμῇ
16.316 νεῦρα διεσχίσθη · τὸν δὲ σκότος ὄσσε κάλυψε .
16.317 Νεστορίδαι δ’ μὲν οὔτασ’ Ἀτύμνιον ὀξέϊ δουρὶ
16.318 Ἀντίλοχος , λαπάρης δὲ διήλασε χάλκεον ἔγχος ·
16.319 ἤριπε δὲ προπάροιθε . Μάρις δ’ αὐτοσχεδὰ δουρὶ
16.320 Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
16.321 στὰς πρόσθεν νέκυος · τοῦ δ’ ἀντίθεος Θρασυμήδης
16.322 ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι , οὐδ’ ἀφάμαρτεν ,
16.323 ὦμον ἄφαρ · πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
16.324 δρύψ’ ἀπὸ μυώνων , ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξε ·
16.325 δούπησεν δὲ πεσών , κατὰ δὲ σκότος ὄσσε κάλυψεν .
16.326 ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
16.327 βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
16.328 υἷες ἀκοντισταὶ Ἀμισωδάρου , ὅς ῥα Χίμαιραν
16.329 θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν .
16.330 Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
16.331 ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον · ἀλλά οἱ αὖθι
16.332 λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι .
16.333 πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι · τὸν δὲ κατ’ ὄσσε
16.334 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή .
16.335 Πηνέλεως δὲ Λύκων τε συνέδραμον · ἔγχεσι μὲν γὰρ
16.336 ἤμβροτον ἀλλήλων , μέλεον δ’ ἠκόντισαν ἄμφω ·
16.337 τὼ δ’ αὖτις ξιφέεσσι συνέδραμον . ἔνθα Λύκων μὲν
16.338 ἱπποκόμου κόρυθος φάλον ἤλασεν , ἀμφὶ δὲ καυλὸν
16.339 φάσγανον ἐρραίσθη · δ’ ὑπ’ οὔατος αὐχένα θεῖνε
16.340 Πηνέλεως , πᾶν δ’ εἴσω ἔδυ ξίφος , ἔσχεθε δ’ οἶον
16.341 δέρμα , παρηέρθη δὲ κάρη , ὑπέλυντο δὲ γυῖα .
16.342 Μηριόνης δ’ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
16.343 νύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον ·