13.310 δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς .
13.311 τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
13.312 νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
13.313 Αἴαντές τε δύω Τεῦκρός θ’ , ὃς ἄριστος Ἀχαιῶν
13.314 τοξοσύνῃ , ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ ·
13.315 οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
13.316 Ἕκτορα Πριαμίδην , καὶ εἰ μάλα καρτερός ἐστιν .
13.317 αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
13.318 κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
13.319 νῆας ἐνιπρῆσαι , ὅτε μὴ αὐτός γε Κρονίων
13.320 ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν .
13.321 ἀνδρὶ δέ κ’ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας ,
13.322 ὃς θνητός τ’ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
13.323 χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν .
13.324 οὐδ’ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
13.325 ἔν γ’ αὐτοσταδίῃ · ποσὶ δ’ οὔ πως ἔστιν ἐρίζειν .
13.326 νῶϊν δ’ ὧδ’ ἐπ’ ἀριστέρ’ ἔχε στρατοῦ , ὄφρα τάχιστα
13.327 εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν , ἦέ τις ἡμῖν .
13.328 ὣς φάτο , Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
13.329 ἦρχ’ ἴμεν , ὄφρ’ ἀφίκοντο κατὰ στρατὸν μιν ἀνώγει ,
13.330 οἳ δ’ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
13.331 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι ,
13.332 κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν ·
13.333 τῶν δ’ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν .
13.334 ὡς δ’ ὅθ’ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
13.335 ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους ,
13.336 οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην ,
13.337 ὣς ἄρα τῶν ὁμόσ’ ἦλθε μάχη , μέμασαν δ’ ἐνὶ θυμῷ
13.338 ἀλλήλους καθ’ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ .
13.339 ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι