13.280 οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμός ,
13.281 ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει ,
13.282 ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
13.283 κῆρας ὀϊομένῳ , πάταγος δέ τε γίγνετ’ ὀδόντων ·
13.284 τοῦ δ’ ἀγαθοῦ οὔτ’ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
13.285 ταρβεῖ , ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν ,
13.286 ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ ·
13.287 οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο .
13.288 εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
13.289 οὐκ ἂν ἐν αὐχέν’ ὄπισθε πέσοι βέλος οὐδ’ ἐνὶ νώτῳ ,
13.290 ἀλλά κεν στέρνων νηδύος ἀντιάσειε
13.291 πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν .
13.292 ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
13.293 ἑσταότες , μή πού τις ὑπερφιάλως νεμεσήσῃ ·
13.294 ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος .
13.295 ὣς φάτο , Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
13.296 καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος ,
13.297 βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς .
13.298 οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι ,
13.299 τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
13.300 ἕσπετο , ὅς τ’ ἐφόβησε ταλάφρονά περ πολεμιστήν ·
13.301 τὼ μὲν ἄρ’ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον ,
13.302 ἠὲ μετὰ Φλεγύας μεγαλήτορας · οὐδ’ ἄρα τώ γε
13.303 ἔκλυον ἀμφοτέρων , ἑτέροισι δὲ κῦδος ἔδωκαν ·
13.304 τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
13.305 ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ .
13.306 τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε ·
13.307 Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον ;
13.308 ἐπὶ δεξιόφιν παντὸς στρατοῦ , ἀνὰ μέσσους ,
13.309 ἐπ’ ἀριστερόφιν ; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω