13.64 ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο ,
13.65 ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων .
13.66 τοῖιν δ’ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας ,
13.67 αἶψα δ’ ἄρ’ Αἴαντα προσέφη Τελαμώνιον υἱόν ·
13.68 Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
13.69 μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι ,
13.70 οὐδ’ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής ·
13.71 ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
13.72 ῥεῖ’ ἔγνων ἀπιόντος · ἀρίγνωτοι δὲ θεοί περ ·
13.73 καὶ δ’ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
13.74 μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι ,
13.75 μαιμώωσι δ’ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε .
13.76 τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας ·
13.77 οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
13.78 μαιμῶσιν , καί μοι μένος ὤρορε , νέρθε δὲ ποσσὶν
13.79 ἔσσυμαι ἀμφοτέροισι · μενοινώω δὲ καὶ οἶος
13.80 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι .
13.81 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
13.82 χάρμῃ γηθόσυνοι , τήν σφιν θεὸς ἔμβαλε θυμῷ ·
13.83 τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς ,
13.84 οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ .
13.85 τῶν ῥ’ ἅμα τ’ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο ,
13.86 καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
13.87 Τρῶας , τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ .
13.88 τοὺς οἵ γ’ εἰσορόωντες ὑπ’ ὀφρύσι δάκρυα λεῖβον ·
13.89 οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ · ἀλλ’ ἐνοσίχθων
13.90 ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας .
13.91 Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
13.92 Πηνέλεών θ’ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
13.93 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς ·
13.94 τοὺς γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα ·
13.95 αἰδὼς Ἀργεῖοι , κοῦροι νέοι · ὔμμιν ἔγωγε