13.31 τὸν δ’ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι .
13.32 ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
13.33 μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης ·
13.34 ἔνθ’ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
13.35 λύσας ἐξ ὀχέων , παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ
13.36 ἔδμεναι · ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
13.37 ἀρρήκτους ἀλύτους , ὄφρ’ ἔμπεδον αὖθι μένοιεν
13.38 νοστήσαντα ἄνακτα · δ’ ἐς στρατὸν ᾤχετ’ Ἀχαιῶν .
13.39 Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
13.40 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
13.41 ἄβρομοι αὐΐαχοι · ἔλποντο δὲ νῆας Ἀχαιῶν
13.42 αἱρήσειν , κτενέειν δὲ παρ’ αὐτόθι πάντας ἀρίστους .
13.43 ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
13.44 Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
13.45 εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν ·
13.46 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ ·
13.47 Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
13.48 ἀλκῆς μνησαμένω , μὴ δὲ κρυεροῖο φόβοιο .
13.49 ἄλλῃ μὲν γὰρ ἔγωγ’ οὐ δείδια χεῖρας ἀάπτους
13.50 Τρώων , οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ ·
13.51 ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί ·
13.52 τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν ,
13.53 ῥ’ γ’ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
13.54 Ἕκτωρ , ὃς Διὸς εὔχετ’ ἐρισθενέος πάϊς εἶναι .
13.55 σφῶϊν δ’ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
13.56 αὐτώ θ’ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους ·
13.57 τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ’ ἀπὸ νηῶν
13.58 ὠκυπόρων , εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει .
13.59 καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
13.60 ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο ,
13.61 γυῖα δ’ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν .
13.62 αὐτὸς δ’ ὥς τ’ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι ,
13.63 ὅς ῥά τ’ ἀπ’ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς