12.317 ὄφρά τις ὧδ’ εἴπῃ Λυκίων πύκα θωρηκτάων ·
12.318 οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
12.319 ἡμέτεροι βασιλῆες , ἔδουσί τε πίονα μῆλα
12.320 οἶνόν τ’ ἔξαιτον μελιηδέα · ἀλλ’ ἄρα καὶ ἲς
12.321 ἐσθλή , ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται .
12.322 πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
12.323 αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε
12.324 ἔσσεσθ’ , οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
12.325 οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν ·
12.326 νῦν δ’ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
12.327 μυρίαι , ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι ,
12.328 ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν .
12.329 ὣς ἔφατ’ , οὐδὲ Γλαῦκος ἀπετράπετ’ οὐδ’ ἀπίθησε ·
12.330 τὼ δ’ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε .
12.331 τοὺς δὲ ἰδὼν ῥίγησ’ υἱὸς Πετεῶο Μενεσθεύς ·
12.332 τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες .
12.333 πάπτηνεν δ’ ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν’ ἴδοιτο
12.334 ἡγεμόνων , ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι ·
12.335 ἐς δ’ ἐνόησ’ Αἴαντε δύω πολέμου ἀκορήτω
12.336 ἑσταότας , Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
12.337 ἐγγύθεν · ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν ·
12.338 τόσσος γὰρ κτύπος ἦεν , ἀϋτὴ δ’ οὐρανὸν ἷκε ,
12.339 βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
12.340 καὶ πυλέων · πᾶσαι γὰρ ἐπώχατο , τοὶ δὲ κατ’ αὐτὰς
12.341 ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν .
12.342 αἶψα δ’ ἐπ’ Αἴαντα προΐει κήρυκα Θοώτην ·
12.343 ἔρχεο δῖε Θοῶτα , θέων Αἴαντα κάλεσσον ,
12.344 ἀμφοτέρω μὲν μᾶλλον · γάρ κ’ ὄχ’ ἄριστον ἁπάντων
12.345 εἴη , ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος .
12.346 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί , οἳ τὸ πάρος περ