12.286 εἴλυται καθύπερθ’ , ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος ·
12.287 ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί ,
12.288 αἱ μὲν ἄρ’ ἐς Τρῶας , αἱ δ’ ἐκ Τρώων ἐς Ἀχαιούς ,
12.289 βαλλομένων · τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει .
12.290 οὐδ’ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
12.291 τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα ,
12.292 εἰ μὴ ἄρ’ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
12.293 ὦρσεν ἐπ’ Ἀργείοισι λέονθ’ ὣς βουσὶν ἕλιξιν .
12.294 αὐτίκα δ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντοσ’ ἐΐσην
12.295 καλὴν χαλκείην ἐξήλατον , ἣν ἄρα χαλκεὺς
12.296 ἤλασεν , ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
12.297 χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον .
12.298 τὴν ἄρ’ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
12.299 βῆ ῥ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφος , ὅς τ’ ἐπιδευὴς
12.300 δηρὸν ἔῃ κρειῶν , κέλεται δέ θυμὸς ἀγήνωρ
12.301 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν ·
12.302 εἴ περ γάρ χ’ εὕρῃσι παρ’ αὐτόφι βώτορας ἄνδρας
12.303 σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα ,
12.304 οὔ ῥά τ’ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι ,
12.305 ἀλλ’ γ’ ἄρ’ ἥρπαξε μετάλμενος , ἠὲ καὶ αὐτὸς
12.306 ἔβλητ’ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι ·
12.307 ὥς ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
12.308 τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις .
12.309 αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ’ Ἱππολόχοιο ·
12.310 Γλαῦκε τί δὴ νῶϊ τετιμήμεσθα μάλιστα
12.311 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
12.312 ἐν Λυκίῃ , πάντες δὲ θεοὺς ὣς εἰσορόωσι ,
12.313 καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ’ ὄχθας
12.314 καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο ;
12.315 τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
12.316 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι ,