7.398 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ·
7.399 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
7.400 μήτ’ ἄρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθω
7.401 μήθ’ Ἑλένην · γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
7.402 ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ’ ἐφῆπται .
7.403 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
7.404 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο ·
7.405 καὶ τότ’ ἄρ’ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων ·
7.406 Ἰδαῖ’ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
7.407 ὥς τοι ὑποκρίνονται · ἐμοὶ δ’ ἐπιανδάνει οὕτως
7.408 ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω ·
7.409 οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
7.410 γίγνετ’ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα .
7.411 ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης .
7.412 ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν ,
7.413 ἄψορρον δ’ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν .
7.414 οἳ δ’ ἕατ’ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
7.415 πάντες ὁμηγερέες , ποτιδέγμενοι ὁππότ’ ἄρ’ ἔλθοι
7.416 Ἰδαῖος · δ’ ἄρ’ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
7.417 στὰς ἐν μέσσοισιν · τοὶ δ’ ὁπλίζοντο μάλ’ ὦκα ,
7.418 ἀμφότερον νέκυάς τ’ ἀγέμεν ἕτεροι δὲ μεθ’ ὕλην ·
7.419 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
7.420 ὀτρύνοντο νέκυς τ’ ἀγέμεν , ἕτεροι δὲ μεθ’ ὕλην .
7.421 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
7.422 ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
7.423 οὐρανὸν εἰσανιών · οἳ δ’ ἤντεον ἀλλήλοισιν .
7.424 ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον ·
7.425 ἀλλ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
7.426 δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν .
7.427 οὐδ’ εἴα κλαίειν Πρίαμος μέγας · οἳ δὲ σιωπῇ
7.428 νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ ,
7.429 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν .