7.368 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι ,
7.369 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει .
7.370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ ,
7.371 καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος ·
7.372 ἠῶθεν δ’ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
7.373 εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
7.374 μῦθον Ἀλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος ὄρωρε ·
7.375 καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος , αἴ κ’ ἐθέλωσι
7.376 παύσασθαι πολέμοιο δυσηχέος , εἰς κε νεκροὺς
7.377 κήομεν · ὕστερον αὖτε μαχησόμεθ’ εἰς κε δαίμων
7.378 ἄμμε διακρίνῃ , δώῃ δ’ ἑτέροισί γε νίκην .
7.379 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο ·
7.380 δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν ·
7.381 ἠῶθεν δ’ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας ·
7.382 τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
7.383 νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος · αὐτὰρ τοῖσι
7.384 στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ ·
7.385 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
7.386 ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
7.387 εἰπεῖν , αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο ,
7.388 μῦθον Ἀλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος ὄρωρε ·
7.389 κτήματα μὲν ὅσ’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
7.390 ἠγάγετο Τροίηνδ’ · ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι ·
7.391 πάντ’ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι ·
7.392 κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιο
7.393 οὔ φησιν δώσειν · μὴν Τρῶές γε κέλονται .
7.394 καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ’ ἐθέλητε
7.395 παύσασθαι πολέμοιο δυσηχέος εἰς κε νεκροὺς
7.396 κήομεν · ὕστερον αὖτε μαχησόμεθ’ εἰς κε δαίμων
7.397 ἄμμε διακρίνῃ , δώῃ δ’ ἑτέροισί γε νίκην .