6.432 μὴ παῖδ’ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα ·
6.433 λαὸν δὲ στῆσον παρ’ ἐρινεόν , ἔνθα μάλιστα
6.434 ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος .
6.435 τρὶς γὰρ τῇ γ’ ἐλθόντες ἐπειρήσανθ’ οἱ ἄριστοι
6.436 ἀμφ’ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
6.437 ἠδ’ ἀμφ’ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν ·
6.438 πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς ,
6.439 νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει .
6.440 τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
6.441 καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι · ἀλλὰ μάλ’ αἰνῶς
6.442 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους ,
6.443 αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο ·
6.444 οὐδέ με θυμὸς ἄνωγεν , ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
6.445 αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
6.446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ .
6.447 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν ·
6.448 ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ
6.449 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο .
6.450 ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω ,
6.451 οὔτ’ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
6.452 οὔτε κασιγνήτων , οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
6.453 ἐν κονίῃσι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν ,
6.454 ὅσσον σεῦ , ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
6.455 δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας ·
6.456 καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις ,
6.457 καί κεν ὕδωρ φορέοις Μεσσηΐδος Ὑπερείης
6.458 πόλλ’ ἀεκαζομένη , κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη ·
6.459 καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν ·
6.460 Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
6.461 Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο .
6.462 ὥς ποτέ τις ἐρέει · σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος