6.403 Ἀστυάνακτ’ · οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ .
6.404 ἤτοι μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ ·
6.405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα ,
6.406 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
6.407 δαιμόνιε φθίσει σε τὸ σὸν μένος , οὐδ’ ἐλεαίρεις
6.408 παῖδά τε νηπίαχον καὶ ἔμ’ ἄμμορον , τάχα χήρη
6.409 σεῦ ἔσομαι · τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
6.410 πάντες ἐφορμηθέντες · ἐμοὶ δέ κε κέρδιον εἴη
6.411 σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι · οὐ γὰρ ἔτ’ ἄλλη
6.412 ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
6.413 ἀλλ’ ἄχε’ · οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ .
6.414 ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς ,
6.415 ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
6.416 Θήβην ὑψίπυλον · κατὰ δ’ ἔκτανεν Ἠετίωνα ,
6.417 οὐδέ μιν ἐξενάριξε , σεβάσσατο γὰρ τό γε θυμῷ ,
6.418 ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
6.419 ἠδ’ ἐπὶ σῆμ’ ἔχεεν · περὶ δὲ πτελέας ἐφύτευσαν
6.420 νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο .
6.421 οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
6.422 οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω ·
6.423 πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
6.424 βουσὶν ἐπ’ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι .
6.425 μητέρα δ’ , βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ ,
6.426 τὴν ἐπεὶ ἂρ δεῦρ’ ἤγαγ’ ἅμ’ ἄλλοισι κτεάτεσσιν ,
6.427 ἂψ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι’ ἄποινα ,
6.428 πατρὸς δ’ ἐν μεγάροισι βάλ’ Ἄρτεμις ἰοχέαιρα .
6.429 Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
6.430 ἠδὲ κασίγνητος , σὺ δέ μοι θαλερὸς παρακοίτης ·
6.431 ἀλλ’ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπὶ πύργῳ ,