1.347 δῶκε δ’ ἄγειν · τὼ δ’ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν ·
1.348 δ’ ἀέκουσ’ ἅμα τοῖσι γυνὴ κίεν · αὐτὰρ Ἀχιλλεὺς
1.349 δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς ,
1.350 θῖν’ ἔφ’ ἁλὸς πολιῆς , ὁρόων ἐπ’ ἀπείρονα πόντον ·
1.351 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς ·
1.352 μῆτερ ἐπεί μ’ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα ,
1.353 τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
1.354 Ζεὺς ὑψιβρεμέτης · νῦν δ’ οὐδέ με τυτθὸν ἔτισεν ·
1.355 γάρ μ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
1.356 ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας .
1.357 ὣς φάτο δάκρυ χέων , τοῦ δ’ ἔκλυε πότνια μήτηρ
1.358 ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι ·
1.359 καρπαλίμως δ’ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ’ ὀμίχλη ,
1.360 καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο δάκρυ χέοντος ,
1.361 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
1.362 τέκνον τί κλαίεις ; τί δέ σε φρένας ἵκετο πένθος ;
1.363 ἐξαύδα , μὴ κεῦθε νόῳ , ἵνα εἴδομεν ἄμφω .
1.364 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
1.365 οἶσθα · τί τοι ταῦτα ἰδυίῃ πάντ’ ἀγορεύω ;
1.366 ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος ,
1.367 τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα ·
1.368 καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν ,
1.369 ἐκ δ’ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον .
1.370 Χρύσης δ’ αὖθ’ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
1.371 ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
1.372 λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα ,
1.373 στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
1.374 χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς ,
1.375 Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν .